Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.298 Joseph. BJ 3.305 (English) >>Joseph. BJ 3.313

3.302ἐπιπηδήσαντες δὲ οἱ περὶ τὸν Τίτον τῆς μὲν πόλεως ἐκράτησαν ταχέως, πρὸς δὲ τοὺς ἔνδον αὐτοῖς συστραφέντας καρτερὰ μάχη συρρήγνυται· 3.303καὶ γὰρ ἐν τοῖς στενωποῖς οἱ δυνατοὶ προσέπιπτον καὶ ἀπὸ τῶν οἰκιῶν αἱ γυναῖκες ἔβαλλον πᾶν τὸ προστυχὸν αὐταῖς. 3.304καὶ μέχρι μὲν ἓξ ὡρῶν ἀντεῖχον μαχόμενοι, δαπανηθέντων δὲ τῶν μαχίμων τὸ λοιπὸν πλῆθος ἔν τε τοῖς ὑπαίθροις καὶ κατὰ τὰς οἰκίας ἀπεσφάττοντο νέοι τε ὁμοῦ καὶ γέροντες· οὐδὲν γὰρ ἄρρεν ὑπελείφθη δίχα νηπίων, μετὰ γυναικῶν ἐξηνδραποδίσαντο. 3.305τῶν μὲν οὖν ἀναιρεθέντων ἀνά τε τὴν πόλιν κἀπὶ τῆς προτέρας παρατάξεως ἀριθμὸς μύριοι πρὸς τοῖς πεντακισχιλίοις ἦν, τὰ δʼ αἰχμάλωτα δισχίλια ἑκατὸν

-- --

καὶ τριάκοντα. 3.306τοῦτο συνέβη τὸ πάθος Γαλιλαίοις πέμπτῃ καὶ εἰκάδι Δαισίου μηνός. 3.307

Ἔμειναν δὲ οὐδὲ Σαμαρεῖς ἀπείρατοι συμφορῶν· ἀθροισθέντες γὰρ ἐπὶ τὸ Γαριζεὶν καλούμενον ὄρος, ὅπερ αὐτοῖς ἐστιν ἅγιον, κατὰ χώραν μὲν ἔμενον, πολέμου δʼ εἶχεν ἀπειλὴν τε σύνοδος αὐτῶν καὶ τὰ φρονήματα. 3.308καὶ οὐδὲ τοῖς γειτνιῶσι κακοῖς ἐσωφρονίζοντο, πρὸς δὲ τὰς Ῥωμαίων εὐπραγίας ἐν ἀλογίστῳ τὴν κατὰ σφᾶς ἀσθένειαν ᾤδουν καὶ μετέωροι πρὸς ταραχὴν ὑπῆρχον. 3.309ἐδόκει δὲ Οὐεσπασιανῷ φθάσαι τὸ κίνημα καὶ τὰς ὁρμὰς αὐτῶν ὑποτέμνεσθαι· καὶ γὰρ φρουραῖς Σαμαρεῖτις ὅλη διείληπτο τό τε πλῆθος τῶν ἐληλυθότων καὶ σύνταξις ἦν φοβερά.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.298 Joseph. BJ 3.305 (English) >>Joseph. BJ 3.313

Powered by PhiloLogic